TLG 0707 002 :: ALEXIS :: Fragmenta ALEXIS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 299. frr. 1–3 Citation: Fragment — (line) | ||
t1-2 | ΣΑΜΙΩΝ ΩΡΟΙ. | |
1(t) | E LIBRO SECUNDO. | |
1 | Athenaeus XIII: Ἄλεξις δ’ ὁ Σάμιος ἐν δευτέρῳ Ὥρων Σαμιακῶν· «Τὴν ἐν Σάμῳ Ἀφροδί‐ την, ἣν οἱ μὲν ἐν Καλάμοις καλοῦσιν, οἱ δὲ ἐν Ἕλει, Ἀττικαὶ, φησὶν, ἑταῖραι ἱδρύσαντο αἱ συνακολουθήσα‐ | |
---|---|---|
5 | σαι Περικλεῖ, ὅτε ἐπολιόρκει τὴν Σάμον, ἐργασάμεναι ἱκανῶς ἀπὸ τῆς ὥρας.» | |
2(t) | E LIBRO TERTIO. | |
1 | Idem XII: Ἄλεξις δ’ ἐν τρίτῳ Σαμίων ὥρων ἐκ πολλῶν πόλεών φησι κοσμηθῆναι τὴν Σάμον ὑπὸ τοῦ Πολυκράτους, κύνας μὲν Μολοττικὰς καὶ Λα‐ καίνας εἰσαγαγόντος, αἶγας δ’ ἐκ Σκύρου καὶ Νάξου, | |
5 | πρόβατα δ’ ἐκ Μιλήτου καὶ τῆς Ἀττικῆς. Μετεστέλ‐ λετο δὲ, φησὶ, καὶ τεχνίτας ἐπὶ μισθοῖς μεγίστοις. Πρὸ δὲ τοῦ τυραννῆσαι κατασκευασάμενος στρωμνὰς πολυτελεῖς καὶ ποτήρια ἐπέτρεπε χρῆσθαι τοῖς ἢ γά‐ μον ἢ μείζονας ὑποδοχὰς ποιουμένοις. Ἐκ πάντων οὖν | |
10 | τούτων ἄξιον θαυμάζειν τὸν τύραννον, ὅτι οὐδαμόθεν ἀναγέγραπται γυναῖκας ἢ παῖδας μεταπεμψάμενος, καίτοι περὶ τὰς τῶν ἀρρένων ὁμιλίας ἐπτοημένος, ὡς καὶ ἀντερᾶν Ἀνακρέοντι τῷ ποιητῇ· ὅτε καὶ δι’ ὀργὴν ἀπέκειρε τὸν ἐρώμενον. Πρῶτος δὲ ὁ Πολυκράτης καὶ | |
15 | ναῦς πήξας, ἀπὸ τῆς πατρίδος Σαμίας ἐκάλεσε. | |
3(t) | ΠΕΡΙ ΑΥΤΑΡΚΕΙΑΣ. | |
1 | Idem X: Αἰγυπτίους δ’ Ἑκαταῖος ἀρτο‐ φάγους φησὶν εἶναι, κυλλήστιας ἐσθίοντας, τὰς δὲ κρι‐ θὰς εἰς ποτὸν καταλέοντας. Διὰ ταῦτα καὶ Ἄλεξις ἐν τῷ Περὶ αὐταρκείας ἔφη, μετρίᾳ τροφῇ κεχρῆσθαι τὸν | |
5 | Βόκχοριν καὶ τὸν πατέρα αὐτοῦ Νεόχαβιν. | 299 |